Рет қаралды 122,786
Ψάλλει ο Θεόδωρος Βασιλικός
Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ἦχος α'
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὅν (ἥν) ἐξελέξω ἀνάπαυσον ὡς φιλανθρωπος.