Рет қаралды 236
Στιχηρό Προσόμοιο Είς τον Μέγαν Εσπερινόν των Εισοδείων της Θεοτόκου.
Σύνθεσις Ματθαίου Βατοπαιδινού, ψάλλουν οι πατέρες της Ιεράς Μονή Αναλήψεως Δύο Βουνών.
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος
Σήμερον πιστοὶ χορεύσωμεν,
ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες,
τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν,
τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον
Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ,
ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας,
Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην,
ὡς Θεοῦ κατοικητήριον.